Ὡς ὄντα στερρότατον, Χριστὸς σε πέτρα κέκληκε, Πέτρε, καὶ ἐν σοὶ τὴν Ἐκκλησίαν, ἧς ᾍδου πύλαι οὐ κατισχύσουσι. Σὲ δὲ Παῦλε σκεῦος ἐκλογῆς, ἔφη τούτου φέρειν σε, ἐθνῶν ἔμπροσθεν τοὔνομα.
Πέτρος ἀρνησάμενος, ἐκ τρίτου τὸν διδάσκαλον, τριττῇ τοῦ φιλεῖν συγκαταθέσει, προσῳκειώθη, Παῦλος δ' ὁ πρὶν βλασφημῶν, σοβαρῶς τε θλίβων τοὺς πιστούς, ὕστερον ἐκήρυττεν, ὃν ἐδίωκε πρότερον.
Ἀκήρατον εὔκλειαν, καὶ δόξαν τὴν ἀΐδιον, Πέτρε πρὸς Χριστὸν σὺν Παύλῳ εὗρες, τὰς κλεῖς αὐτὸς μέν των οὐρανῶν πιστευθείς, ὁ δὲ εἰς Παράδεισον ἀχθείς, ῥήματά τε ἄρρητα, μυηθεὶς ὑπὲρ ἄνθρωπον.