Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 29 Ιουνίου 2010

ΣΟΥ ΠΡΟΣΚΥΝΟΥΜΕΝ ΤΗΝ ΑΛΥΣΙΝ

Σοῦ προσκυνοῦμεν τὴν ἅλυσιν, ἣν ὑπὲρ Χριστοῦ ὡς κακοῦργος ἐφόρεσας, τὰ στίγματά τε Παῦλε περιπτυσσόμεθα, ἃ ἐν τῷ εὐκλεεῖ σου, καὶ νικηφόρῳ φέρεις σώματι. ΤΟ ΑΚΟΥΤΕ

Νῦν ἀναλύσας Ἀπόστολε, πρὸς τὸν ὑπὸ σοῦ ἀενάως ποθούμενον, αὐτῷ τε ὡς θεράπων συναυλιζόμενος, ἀπαύστοις ἱκεσίαις, τοὺς σοὺς ἱκέτας πρὸς σὲ ἕλκυσον.

Νῦν οὐδαμῶς ἐν αἰνίγματι, οὐδὲ ἐν ἐσόπτρῳ Χριστὸς σοι ὀπτάνεται, πρὸς πρόσωπον δὲ μᾶλλον ὁρᾶται πρόσωπον, τελείαν σοι τὴν γνῶσιν ἀποκαλύπτων τῆς Θεότητος.