ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαὸν δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα Φαραὼ καὶ τὴν δύναμιν.
Σόφισόν με Κύριε ὁ Θεός μου, τὸν σὸν Προφήτην Ἀββακούμ, ὑμνῆσαι τὸν θεῖον, καὶ χάριτί σου λάμπρυνον, ἀγαθὲ τὴν καρδίαν μου.
Ἕως τίνος Κύριε ὁ Προφήτης, λέγει βοήσομαι πρὸς σέ, καὶ οὐκ εἰσακούσῃ; ἵνα τὶ δὲ μοι ἔδειξας, τῶν κριτῶν τὴν ἀσέβειαν.
Τὸ σεπτὸν μνημόσυνόν σου Προφῆτα, τοὺς ἐκτελοῦντας εὐλαβῶς, ταῖς σαῖς ἱκεσίαις, κινδύνων ἀπολύτρωσαι, καὶ δεινῶν περιστάσεων.