Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Πέμπτη 3 Δεκεμβρίου 2009

ΤΟΝ ΣΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣ ΕΜΨΥΧΟΝ...

Τὸν σὸν Προφήτην ὡς ἔμψυχον νεφέλην, ἔδειξας ἀθάνατε, ὕδωρ ἁλλόμενον, εἰς ζωὴν ὄντως αἰώνιον, ἐξαποστείλας, τοῦτον πλουσίως, καὶ χαρισάμενος, Πνεῦμα τὸ Πανάγιον καὶ Ὁμοούσιον, σοὶ τῷ Πατρὶ παντοκράτορι, καὶ τῷ Υἱῷ σου, τῷ ἐκ τῆς σῆς οὐσίας ἐκλάμψαντι· δι' οὗ προεῖπε τὴν σωτήριον, παρουσίαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τοῖς Ἔθνεσι πᾶσι, σωτηρίαν προεθέσπισεν.

Ὁ τὴν ἀκτῖνα τῆς θεαρχικωτάτης, αἴγλης εἰσδεξάμενος, νοῦ καθαρότητι, καὶ θείων λόγων προήγορος, καὶ προσημάντωρ, καὶ ὑποφήτης θεῖος γενόμενος, στόμα θεοκίνητον, ὤφθης τοῦ Πνεύματος, τὰ παρ' αὐτοῦ σοι δεικνύμενα, διαβιβάζων, καὶ σαφηνίζων τοῖς πᾶσιν Ἔθνεσι, δοθησομένην σωτηρίαν, καὶ βασιλείαν Χριστοῦ πανσεβάσμιε· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ θεοπτίᾳ λαμπόμενος ἀξίως, καὶ προφητικῇ θεωρίᾳ καὶ χάριτι, τετιμημένος θεόπνευστε, καὶ τῆς ἐνθέου, ἠξιωμένος μακαριότητος, τῇ πρὸς τὸν Πανάγαθον, νῦν παρρησίᾳ σου, καὶ συμπαθείᾳ χρησάμενος, καθικετεύων, μὴ διαλίπῃς ὑπὲρ τῶν πίστει σε, ἀνευφημούντων καὶ τιμώντων σε, ὡς θεηγόρον σεπτὸν καὶ θεόληπτον, ἐκ κινδύνων ῥυσθῆναι, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.