Τῆς γεηρᾶς τρυφῆς, τὴν ἀπόλαυσιν ὑπεριδοῦσα, καὶ πατρὸς τὸν ὄλβον ὁμοῦ τε καὶ δόξαν μισήσασα, τὸν οὐράνιον Νυμφίον ἐπεπόθησας, Βαρβάρα παναοίδιμε· τῷ ξίφει γὰρ τὴν κάραν τμηθεῖσα, σὺν ταῖς φρονίμοις συνεισῆλθες Παρθένοις, τῷ Νυμφίῳ Χριστῷ· ὅθεν καὶ τὴν λοιμικὴν νόσον ἐκδιώκουσα, τοὺς πιστοὺς θεραπεύεις, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾘσχύνθη ὁ βάσκανος ἐχθρός, ὑπὸ γυναικὸς ἡττώμενος, ὅτι τὴν Προμήτορα ἔσχεν ὄργανον πρὸς ἁμαρτίαν· ὁ γὰρ ἐκ Παρθένου σαρκωθεὶς Λόγος τοῦ Πατρός, ἀτρέπτως καὶ ἀφύρτως, ὡς οἶδε μόνος αὐτός, τὴν κατάραν ἔλυσε τῆς Εὔας καὶ τοῦ Ἀδάμ, Χριστὸς ὁ στεφανώσας ἀξίως, Βαρβάραν τὴν Μάρτυρα, καὶ δι' αὐτῆς δωρούμενος τῷ κόσμῳ, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Ἡ θεόκλητος Μάρτυς Βαρβάρα, ἐν τῷ σταδίῳ πάσχουσα ἔλεγε· Δεινὰ μὲν τὰ παρόντα κολαστήρια, ὦ δικαστά, οὐ προκρίνω δὲ ὅλως, τῶν οὐρανίων τὰ ἐπίγεια· διὰ τοῦτο τέμνετε, ξέετε τὰς σάρκας, πυρὶ παραδότε με· χαίρουσα ἀπίω πρὸς τὸν Νυμφίον μου Χριστόν. Ἧς ταῖς ἱκεσίαις Σωτήρ, τὰ ἐλέη σου κατάπεμψον ἡμῖν, καὶ σῶσον τοὺς τὴν ἄθλησιν αὐτῆς, ἐκτελοῦντας πιστῶς.
Τὴν πανήγυριν σήμερον τῆς ἀθληφόρου Βαρβάρας, δεῦτε λαοὶ ὑμνήσωμεν· ταύτην γὰρ οὔτε ξίφος, οὔτε πῦρ, οὔτε ἄλλη βάσανος, οὔτε τοῦ πολυπλόκου βελίαρ τὰ ἔνεδρα ἐτροπώσατο. Χριστὸν ἱκέτευε Καλλιμάρτυς πανένδοξε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Βαρβάρα πανσεβάσμιε, καὶ ὡς μὲν Παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ Μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἰατρεύειν, τῆς σαρκὸς σαθρὰν λύμην. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐκλύτρωσαι, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.