Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 6 Δεκεμβρίου 2009

ΞΥΡΩ ΠΕΙΡΑΣΜΩΝ, ΠΕΡΙΠΕΠΤΩΚΑ ΔΕΙΝΩΣ ΚΑΤΑΚΕΝΤΟΥΜΕΝΟΣ...Ο ΘΕΟΣ Ο ΤΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ...

Ξυρῷ πειρασμῶν, περιπέπτωκα δεινῶς κατακεντούμενος, καὶ πύλαις ᾅδου προσεπέλασα, ταῖς ἀθυμίαις βαλλόμενος· σῶσόν με πρεσβείαις σου Μάκαρ, καὶ ἀνάστησον ψάλλοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἀδύτου φωτὸς ταῖς ἀΰλοις ἀστραπαῖς περιλαμπόμενος, τοὺς ἐν τῷ σκότει τῶν θλίψεων, κεκακωμένους ἐξάρπασον, καὶ πρὸς φωτισμὸν εὐφροσύνης, καθοδήγησον ψάλλοντας· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.