Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».
Μυρίζει σου ἡ θήκη πνευματικήν, εὐωδίαν πλουσίως εὐφραίνουσα, τοὺς σοὺς υἱούς, σὲ περιεστώτας εἰλικρινῶς, ἐνθυμουμένους Ὅσιε, τὴν Ἀγγελικήν σου διαγωγήν, καὶ τὴν σοὶ δεδομένην, λαμπρότητα καὶ δόξαν, καὶ τὴν ἀΐδιον τερπνότητα.
Ἐρράγη ἐν ἐρήμῳ ὕδωρ καὶ γῆ, ἡ διψῶσα εἰς ἕλη ἐγένετο, ταῖς προσευχαῖς, μετασκευασθεῖσα Πάτερ ταῖς σαῖς· ἀσκητικαὶ γὰρ φάλαγγες, ταύτην κατοικοῦσι ποταμηδόν, ἡ χώρα Ἰορδάνου, ἐξήνθησεν ὡς κρίνον, ἀρδευομένη τοῖς σοῖς δάκρυσι.
Λαμπρότης τῶν Ἁγίων ἐν οὐρανοῖς, ὡς δικαίῳ σοι Πάτερ ἀνέτειλε· τὸν γὰρ Χριστόν, τὴν δικαιοσύνην τὴν ἀληθῆ, περιφανῶς ἠγάπησας, οὗ τὴν πολιτείαν ἰχνηλατῶν, τὴν τούτου ζωηφόρον, Παμμάκαρ ἐμιμήσω, ὡς δυνατὸν σοι ἁγιότητα.
Πλουσίως Θεοφόρε λάμπων φωτί, καὶ χορείας Ἀγγέλων θεώμενος, φωτοειδεῖς, περιπολευούσας τὸ τρισσὸν φῶς, καὶ δεχομένας χάριτι, τὰς τῆς θεοπτίας ἐπιβολάς, μὴ παύσῃ ἱκετεύων, ἀφέσεως πταισμάτων, ἀξιωθῆναι τοὺς ὑμνοῦντάς σε.