Ὁ ὑπερόπτης τῶν κάτω, καὶ παρεπίδημος, ὁ ἐραστὴς τῶν ἄνω, καὶ ἐρημοπολίτης, Σάββας ὁ θεόφρων, πάντας ἡμᾶς, ἑορτάσαι προτρέπεται, τῆς πρὸς Θεὸν ἐκδημίας αὐτοῦ πιστῶς, τὴν ἡμέραν τὴν σεβάσμιον.
Ἔξω σαρκὸς καὶ τοῦ κόσμου, ταῖς ἀρεταῖς γεγονώς, καὶ δι' αὐτῶν δοξάσας, ἐπὶ γῆς διὰ βίου, τὸν Κύριον τῆς δόξης, Πάτερ σοφέ, κατ' ἀξίαν δεδόξασαι, καὶ ἰαμάτων ἐδείχθης θεία πηγή, παρ' αὐτοῦ Σάββα θεόληπτε.
Μέτριος ἄκακος πρᾶος, ἁπλοῦς, ἡσύχιος, ὡς χρηματίσας Πάτερ, ὑπὲρ ἄνθρωπον ὄντως, καὶ ἄϋλος ἐν ὕλῃ, οἶκος Θεοῦ, καθωράθης πανάξιος, τὰς ἐξ αὐτοῦ προϊούσας σοι δωρεάς, συμπαθῶς διαπορθμεύων ἡμῖν.
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ὑμῶν.