Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 7 Δεκεμβρίου 2009

ΑΠΑΘΕΙΑΣ ΟΡΓΑΝΟΝ ΕΔΕΙΧΘΗΣ....

Ἀπαθείας ὄργανον ἐδείχθης, τῶν παθῶν κοιμίζων τὰς ὀρέξεις, καὶ τὰς καρδίας τῶν πιστῶν, κραυγάζειν διεγεῖρον· τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σωτηρίας πρόξενον ἐκτήσω, τὴν τοῦ λόγου δύναμιν Παμμάκαρ, δι' ἧς ἐτράνωσας ἡμῖν, τὸν ἕνα τῆς Τριάδος, ἀρρήτως ἐκ Παρθένου, σάρκα προσλαβόντα, βροτοῖς ὁμοουσίως.

Ἰαμάτων βρύουσι σταγόνας, τῶν σῶν διδαγμάτων αἱ νεφέλαι, ἐξ ὧν ἀρδεύονται πιστῶν, καρδίαι τῶν βοώντων, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.