Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».
Λαμπόμενος τῇ αἴγλῃ, τοῦ Πνεύματος, Νινευϊτῶν τὴν ἀπειλήν, τῆς ἐρημίας προήγγειλας, τῆς τοῦ Θεοῦ δυναστείας, προφαίνων θεοφάντορ τὸ ἄφυκτον.
Ἡ κρίσις ἡ δικαία τοῦ κτίσαντος, καταψηφίζεται δεινήν, πανωλεθρίαν λαοῦ δυσμενοῦς, ὡς προφητεύων ἐφθέγξω, Ναοὺμ Θεοῦ Προφῆτα πανόλβιε.
Μετρίῳ κοσμουμένη φρονήματι, ἡ τοῦ Προφήτου σου ψυχή, πρὸς θεοπτίαν τὴν σὴν Ἀγαθέ, ὑπερφυῶς ἀνηνέχθη, καὶ θείας θεωρίας λαμπρότητα.