Πάντα τὰ ἔργα τοῦ Θεοῦ, καὶ πᾶσα κτίσις, εὐλογεῖτε τὸν Κύριον, ὅτι τοῖς ἀνθρώποις ἐκ τῆς γῆς ἀνέτειλε τὸ φῶς, καὶ τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ ζωήν αἰώνιον τῷ κόσμῳ ἐδωρήσατο, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Λελαμπρυσμένος τῷ φωτί, τῷ τρισηλίῳ ἠξιώθης Πανόλβιε, θείων καὶ ὑπερφυῶν θαυμάτων, κραυγάζων· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πίνων χειμάρρουν τῆς τρυφῆς, καὶ τῆς ἀΰλου θεωρίας πληρούμενος, δόξης τε προφητικῆς, καὶ προεδρίας μετέχων, χαίρων ἀνυμνεῖς, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
Ὢ τῆς ἐνθέου καὶ σεπτῆς, τῆς τοῦ Προφήτου Ἀββακοὺμ ὡραιότητος! οὗτος γάρ, Ἀγγελικαῖς, συγχορεύων δυνάμεσι, χαίρων ἀνυμνεῖ, τὸν Θεὸν εἰς τους αἰῶνας.