Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 6 Δεκεμβρίου 2009

ΟΝ ΦΡΙΤΤΟΥΣΙΝ ΑΓΓΕΛΟΙ.... Ο ΗΝ ΜΗ ΕΚΣΤΑΝΤΑ..

Ὂν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε Λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὡς ἔμψυχος θάλαμος, καὶ ἔμπνους ἁλουργίς, χλαμὺς ἁλουργόχροος, τῷ πάντων Βασιλεῖ, ἐδείχθης Παρθένε, καὶ πορφύρα ἐξ ἧς, ἡ σάρξ συνεξυφάνθη, τοῦ θεανθρώπου Λόγου.

Συνέλαβες Ἄχραντε, τὸν ἅπασαν δρακί, τὴν κτίσιν συνέχοντα, ὡς Κτίστην καὶ Θεόν, ἀρρήτως ἀφράστως, δι' ἡμᾶς καθ' ἡμᾶς, βροτὸν γεγονότα, καὶ ὃ ἦν μὴ ἐκστάντα.