Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Σάββατο 5 Δεκεμβρίου 2009

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ, ΤΟ ΠΥΡ ΗΔΕΣΘΗ....Ο ΤΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ....

Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἀπέθου τὰ πρόσκαιρα, τῶν αἰωνίων διαμειβόμενος· σὺν Ἀγγέλοις χορεύεις, ὡς τῶν Ἀγγέλων πολιτευσάμενος, τὴν πολιτείαν, μεθ' ὧν καὶ συνέψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Βοᾷ χαριστήρια, ἡ σὴ μεγίστη Λαύρα καὶ πάντιμος, οἰκιστὴν σε καὶ κτίστην, καὶ πολιοῦχον προβαλλομένη Σοφέ, καὶ καυχωμένη κραυγάζει πρὸς Kύριον· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἀπαύστως ἱκέτευε, Σάββα θεόφρον ὑπὲρ τῆς ποίμνης σου, ἐκτενῶς τε δυσώπει, τοὺς σοὺς καμάτους διαιωνίζειν ἀεί, καρποφοροῦντας, τοὺς πόθῳ κραυγάζοντας· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.