Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».
Οὐκ ἔχοντες Δέσποτα, παρρησίαν δυσωπεῖν, οἱ ταπεινοὶ τὸ ὕψος σου, τοὺς ἐκλεκτοὺς Ἀγγέλους σου εἰς θερμήν, κινοῦμεν παράκλησιν, δι' αὐτῶν τῆς ὀργῆς σου ἐξελοῦ ἡμᾶς.
Νῦν ἔγνωμεν Κύριε, ὡς ἠθέλησας ἡμᾶς, καὶ οὐδαμῶς συνέχωσας, ὑπὸ τὴν γῆν συμπτώμασιν χαλεποῖς, πολλὰ πλημμελήσαντας· εὐχαρίστως διὸ σε μεγαλύνομεν.
Προστάττεις σαλεύεσθαι, τὰ θεμέλια τῆς γῆς, ὅπως ἡμεῖς παυσώμεθα, οἱ ταπεινοὶ σαλεύεσθαι ἀρετῶν, τῆς κρείττονος στάσεως, καὶ τῷ φόβῳ σου Λόγε στηριζώμεθα.