Ὧ τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, εἰς ὕψος αἰρόμενος, ἐμφανίζεται σήμερον, δοξολογοῦσι πάντα τὰ πέρατα, ἐκδειματοῦνται δαίμονες ἅπαντες, ὧ οἷον δώρημα, τοὶς βροτοὶς κεχάρισται! δι' οὗ Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
Ὧ τοῦ παραδόξου θαύματος! ὡς βότρνν πλήρη ζωῆς, ὁ βαστάσας τὸν ὕψιστον, ἀπὸ γὴς ὑψούμενος, Σταυρὸς ὁρᾶται σήμερον, δι' οὗ πρὸς Θεὸν πάντες εἱλκύσθημεν, καὶ κατεπόθη εἰς τέλος θάνατος, Ὧ ξύλον ἄχραντον! ὑφ' οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ, ἀθανάτου βρώσεως, Χριστὸν δοξάζοντες.
Ὧ τοῦ παραδόξου θαύματος! εὖρος καὶ μῆκος Σταυροῦ, οὐρανοῦ ἰσοστάσιον, ὅτι θεία χάριτι, ἁγιάζει τὰ σύμπαντα, ἐν τούτῳ ἔθνη βάρβαρα ἥττηνται, ἐν τούτῳ σκῆπτρα ἀνάκτων ἤδρασται, Ὧ θείας κλίμακος! δι' ἦς ἀνατρέχομεν εἰς οὐρανούς, ὑψοῦντες ἐν ἄσμασι, Χριστὸν τὸν κυριον.
Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας, Αὐτὸν ἀσπασώμεθα τὴ χαρὰ καὶ τῶ φόβω, φόβω διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες, χαρὰ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῶ κόσμω, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.