Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Σάββατο 19 Σεπτεμβρίου 2009

Ο ΔΕ ΘΕΟΣ ΒΑΣΙΛΕΥΣ ΗΜΩΝ ΠΡΟ ΑΙΩΝΟΣ ΕΙΡΓΑΣΤΟ

Οὗ ἔστησαν οἱ πόδες Χριστοῦ, τὸν τύπον προσκυνήσωμεν, ἀνυψοῦντες τὸν τρισόλβιον Σταυρον, ἐν ὧ κατεκενώθῃ, τὸ αἷμα τοῦ Δεσπότου, τὸ βλύσαν κόσμω τὴν ἀνάστασιν.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῶ ὑποποδίω τῶν ποδῶν αὐτοῦ.
Νεκρώσαντες τὰ πάθη σαρκός, καὶ πνεύματος θεόφρονες, ἐπειχθῶμεν, ὑψωθῆναι ἀπὸ γής, οὐράνιον πρὸς λήξιν, Σταυροῦ τὴ ἀνυψώσει, συσταυρωθέντες τῶ Δεσπότη Χριστῷ.
Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάστο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ζωήρυτος ἐκ θείας πλευράς, πηγὴ σαφῶς ἐξέβλυσε, τοῦ Σωτῆρος καταρδεύουσα ψυχάς, τῶν πίστει προσκυνούντων, τὸ θεῖον πάθος τούτου, καὶ τὸν Σταυρὸν καὶ τήν Ἀνάστασιν.
Ὁ τετραπέρατος κόσμος σήμερον ἁγιάζεται, τοῦ τετραμεροῦς ὑψουμένου σου Σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ κέρας τῶν πιστῶν συνυψοῦται Bασιλέων ἡμῶν, συντριβόντων ἓν αὐτῷ τῶν δυσμενῶν τὰ κέρατα, Μέγας εἶ Κύριε, καὶ θαυμαστὸς ἐν τοῖς ἔργοις σου! δόξα σοί.