Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 16 Σεπτεμβρίου 2009

ΡΥΣΙΣ ΖΩΝΤΟΣ ΑΙΜΑΤΟΣ, ΤΕΚΜΗΡΙΟΝ ΤΗΣ ΑΚΗΡΑΤΟΥ

Ῥύσις ζῶντος αἵματος, τεκμήριον τῆς ἀκηράτου, σοὶ δεδωρημένης ἄνωθεν, ζωῆς Μάρτυς πανεύφημε, τῶν γὰρ ἰαμάτων, θησαυρὸς ἀδιάλειπτος, τοὶς ἐν πίστει ἀρυομένοις ἀναδέδειξαι.

Ἡψατό σου θάνατος, θεόφρον φύσεως τῶ νόμω, τὴν δὲ ζωηφόρον νέκρωσιν, ἀπαθῶς ἀμφιέννυσαι, ἢ ὡς ψυχικόν σου σῶμα θεῖσα τὸ πάναγνον, ζὴς ἀφθάρτως, καὶ μαρτυρεῖ σου τὰ αἱμόρρυτα.

Νόμοις τῆς ἀθλήσεως, στεφθεῖσα Μάρτυς χριστοκῆρυξ, τόμον εὐσεβῶς πεπίστευσαι, Εὐφημία δογμάτων σεπτῶν, ὃν ἐκ χειρῶν Συνοδικῶν, στήλη κατέχουσα, ὥσπερ ζώσα, ὀρθοδοξίας ἐπιδείκνυσαι.