Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 14 Σεπτεμβρίου 2009

ΣΗΜΕΡΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ, Ο ΣΤΑΥΡΟΣ ΑΝΥΨΟΥΤΑΙ....

Σήμερον τοῦ Χριστοῦ, ὁ Σταυρὸς ἀνυψοῦται, τὸ ζωηφόρον ξύλον, ἐν ὧ σαρκὶ ἐπάγη, πάντας ἀνακαλούμενος.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῶ ὑποποδίω τῶν ποδῶν αὐτοῦ.
Ξυλον τὸ τοῦ Σταυροῦ, ὑψούμενον ὁρῶντες, μεγαλωσύνην δῶμεν, Θεῷ τῶ σταυρωθέντι, σαρκὶ δι' ἀγαθότητα.
Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάστο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Χαίροις τὸ τῶν Πιστῶν, φυλακτήριον θεῖον, ἀπροσμάχητον τεῖχος, Σταυρὸς ὁ τοῦ Κυρίου, δι' οὗ ἀπὸ γῆς ἤρθημεν.
Δεῦτε χαρμονικῶς, ἀσπασώμεθα πάντες, τὸ σωτήριον ξύλον, ἐν ὧ ἐξετανύθῃ, Χριστὸς ἡ ἀπολύτρωσις.