Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 16 Σεπτεμβρίου 2009

ΤΗΣ ΠΑΝΕΥΦΗΜΟΥ Ο ΝΑΟΣ, ΠΑΡΑΔΕΙΣΟΣ ΕΔΕΙΧΘΗ, ΕΝ ΜΕΣΩ ΚΕΚΤΗΜΕΝΟΣ...

Τῆς πανευφήμου ὁ ναός, Παράδεισος ἐδείχθη, ἐν μέσῳ κεκτημένος, φυτὸν ἀθανασίας, τὸ σῶμα ταύτης τὸ σεπτόν, Τούτου οἱ τρυγῶντες καρποὺς τοὺς εὐθαλεῖς, συντόμως ἁγιάζονται, ὁρῶντες δὲ θαυμάζουσιν, ὅτι πῶς τὸ νεκρὸν σῶμα, ὥσπερ ζῶν, ἀναβλυστάνει τὰ αἵματα, μυρίζοντα πάντας, Διὸ μετὰ σπουδῆς δεῦτε πάντες σὺν ἐμοὶ τῶ ταπεινῶ, καὶ καθαρθέντες μολυσμοῦ παντός, περιπτυξώμεθα τοῦτο, καὶ τῶν θαυμάτων τὴν χάριν ἀντλήσωμεν.