Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 14 Σεπτεμβρίου 2009

Ο ΜΕΤΑ ΤΡΙΤΟΝ ΟΥΡΑΝΟΝ ΑΡΘΕΙΣ ΕΝ ΠΑΡΑΔΕΙΣΩ....

Ὁ μετὰ τρίτον οὐρανὸν ἀρθεὶς ἐν Παραδείσῳ, καὶ ῥήματα τὰ ἄρρητα καὶ θεία, ἃ οὐκ ἐξὸν γλώσσαις λαλεῖν, τὶ τοὶς Γαλάταις γράφει, ὡς ἐρασταὶ τῶν Γραφῶν, ἀνέγνωτε καὶ ἔγνωτε, Ἐμοί, φησί, καυχάσθαι μὴ γένοιτο, πλὴν εἰ μὴ ἐν μόνῳ τῶ Σταυρῶ τῶ τοῦ Κυρίου, ἐν ὧ παθῶν, ἔκτεινε τὰ πάθη, Αὐτὸν οὖν καὶ ἡμεῖς βεβαίως κραιῶμεν τοῦ Κυρίου τὸν Σταυρὸν καύχημα πάντες, ἔστι γὰρ σωτήριον ἡμῖν τοῦτο τὸ ξύλον, ὅπλον εἰρήνης ἀήττητον τρόπαιον.