Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 15 Σεπτεμβρίου 2009

ΣΗΜΕΡΟΝ ΤΟ ΦΥΤΟΝ ΤΗΣ ΖΩΗΣ ΕΚ ΤΩΝ ΤΗΣ ΓΗΣ ΑΔΥΤΩΝ ΑΝΙΣΤΑΜΕΝΟΝ.... ΥΜΝΟΥΝΤΑΣ ΣΕ...

Σήμερον τὸ φυτὸν τῆς ζωῆς ἐκ τῶν τῆς γῆς ἀδύτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν, καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τὴν αὐτοῦ πρὸς οὐρανούς, καταγγέλλει ἀνύψωσιν, δι' ἦς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γὴν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται, διὸ εὐχαρίστως βοήσωμεν, Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι' αὐτοῦ συνανυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρὰς ἀξίωσον τοὺς ὑμνούντάς σε.