Ὑπομονή, τῶν αἰκισμῶν λαμπρυνόμενοι, ἐπὶ ξύλου, Μάρτυρες ἠρτήθητε, καὶ σιδηροῖς ὄνυξι πλευράς, ἔνδοξοι ξεσθέντες, τὴ ἀπεκδύσει τοῦ σώματος, τὴν θείαν ἀφθαρσίαν, ἐνεδύσασθε θρόνω, τῆς Τριάδος ἀεὶ παριστάμενοι.
Μαστιγωθείς, διὰ Χριστὸν Μάρτυς Τρόφιμε, ἐνετρύφας, πόνοις ὑπερβάλλουσιν, ἀποσκοπῶν τὰς ἐν οὐρανοῖς, θείας ἀντιδόσεις, καὶ τὴν τρυφὴν τὴν ἀδάπανον, ἢς νύν κατηξιώθης, τὸν ἀγῶνα τελέσας, καὶ τρυφὴ τῶ Δεσπότη γενόμενος.
Νεανικῶς, ἐγκαρτερήσας Σαββάτιε, ταὶς βασάνοις, χαίρων ἐναπέδωκας, Θεοῦ εἰς χείρας τὴν σὴν ψυχήν, καὶ πρὸς οὐρανίους, μονὰς καλῶς ἐσαββάτισας, νικήσας τόν ἐκεῖθεν, ἐκριφθέντα ἀθλίως, καὶ βραβεῖα τῆς νίκης δεξάμενος.