Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 15 Σεπτεμβρίου 2009

ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΝΙΚΗΤΑ...

ΤΗ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα.
Τὴ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα.
Στίχοι
· Φλέγη, Νικήτα, καὶ γίνη νικηφόρος,
· Ἡ μᾶλλον εἰπεῖν, πυρφόρος νικηφόρος.
· Πέμπτη καὶ δεκάτη καμίνω βλήθη Νικήτας.

Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φιλοθέου Πρεσβυτέρου καὶ θαυματουργοῦ.
Στίχοι
· Ζήσας ὁ Φιλόθεος ὡς Θεῷ φίλος.
· Ζωὴν ἄληκτον εὗρε σύνΘεώ φίλοις.

Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Πορφυρίου τοῦ ἀπὸ Μίμων.
Στίχοι
· Βάπτισμα παῖξαι προτραπείς, παίζεις πλάνην,
· Ῥύπτη δὲ Πορφύριε, καὶ τέμνη ξίφει.

Τὴ αὐτὴ ἡμέρα, Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Ἀκακίου Ἐπισκόπου Μελιτηνής.
Στίχοι
· Τιμῶντες ἡμεῖς εὕρεσιν σοῦ λειψάνου,
· Εὔροιμεν Ἀκάκιε τῶν κακῶν λύσιν.

Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Μάξιμος ξίφει τελειοῦται.
Στίχοι
· Χριστὸν θεωρῶν σοὶ προτείνοντα στέφος,
· Τὴν σὴν προτείνεις Μάξιμε ξίφει κάραν.

Τὴ αὐτὴ ἡμέρα, αἱ Ἅγιαι δύο Κόραι ξίφει τελειοῦνται.
Στίχοι
· Γνώμην ἔχουσαι καὶ προθυμίαν μίαν,
· Κόραι δύο κλίνουσιν αὐχένας ξίφει.

Τὴ αὐτὴ ἡμέρα, Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου.
Στίχοι
· Εὕρημα κοινὸν ὁ Στέφανος τὴ κτίσει,
· Θεοῦ μεγίστου πρωταγωνιστὴς μέγας.

Ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Βησσαρίων ἀρχιεπίσκοπος Λαρίσσης ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ὅσιος Γεράσιμος, ὁ κτίτωρ τῆς μονῆς τῆς ἁγίας Τριάδος τῆς ἐπονομαζομένης Σουρβιάς, τῆς παρὰ τὴν Μακρυνίτσαν τῆς Ζαγορᾶς, ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ἅγιος νεομάρτυς, Ἰωάννης ὁ Κρής, ὁ μαρτυρήσας ἐν τῇ νέα Ἐφέσω κατὰ τὸ 1811, ξίφει τελειοῦται.

Ταὶς τῶν σῶν Μαρτύρων εὐχαίς, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Aμήν.