Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 18 Σεπτεμβρίου 2009

ΤΟ ΑΝΥΨΟΥΜΕΝΟΝ ΞΥΛΟΝ ΤΗΣ ΣΩΤΗΡΙΑΣ ΗΜΩΝ...

Τὸ ἀνυψούμενον ξύλον τῆς σωτηρίας ἡμῶν, ἐν ὧ Χριστὸς τὰς χείρας, ἡ ζωὴ τῶν ἁπάντων, προσήλωσε βουλήσει, πάντας πιστούς, προσκαλεῖται ἐν ἄσμασιν, ἑορταζόντων μέτ' ἤχου τοῦ προσκυνεῖν, ὑποπόδιον τὸ θεῖον αὐτοῦ.



Τῶν ἐγκαινίων τὴν μνήμην τῆς ἀναστάσεως, δι' ἦς τοὶς ἐν τῷ σκότει, φῶς ἐπέλαμψε μέγα, ζωῆς καὶ ἀφθαρσίας, δεῦτε πιστοί, ἐκτελοῦντες ὑφώσωμεν, τὸ ζωοπάροχον ξύλον τὸ τοῦ Σταυροῦ, προσκυνοῦντες τὸν Σωτήρα Χριστόν.



Μωσὴς ὁ μέγας, τὸ πάλαι ἐπὶ τοῦ ὄρους Σινά, σταυροειδῶς τὰς χείρας, ἐκπετάσας εἰς ὕψος, ἐτύπου τὸν Σταυρόν σου, Χριστὲ ὁ Θεός, τὸν ὑψούμενον σήμερον, καὶ ἁγιάζοντα πάντας τοὺς ἐπὶ γῆς, ἐν αὐτῷ σὲ προσκυνούτας πιστῶς.