Ἀληθείας κρατήρα, ἐξ οἰκείων αἱμάτων ἀθλητικῶν, ἡ πανεύφημος Μάρτυς Χριστοῦ κερασαμένη, καὶ τοῦτον ἀενάως τὴ Ἐκκλησία προτιθεμένη, ἐν αὐτῇ τοὺς τῆς εὐσεβείας τροφίμους, σοφίας φωνὴ προτρέπεται λέγουσα, Ἀρύσασθε πόμα, τῆς ἀναστάσεως μαρτύριον, παθῶν καθαρτήριον, εὐσεβῶν δὲ ψυχῶν φυλακτήριον, τῶ Σωτήρι κράζοντες, ὁ ποτίσας ἡμᾶς τὸν χειμάρρουν τῆς τρυφῆς τοῦ πνεύματος, σῶσον τὰς ψυχὰς ἡμῶν.
Οἱ τῶ αἵματι Χριστοῦ τὰς ψυχὰς σφραγισθέντες, εἰς ἡμέραν ἀπολυτρώσεως, αἷμα ἅγιον, ἐκ μαρτυρικῆς πηγῆς ἀναβλύζον ἡμῖν, μέτ' εὐφροσύνης πνευματικῆς προφητικῶς ἀντλήσωμεν, τῶν ζωηρύτων παθημάτων τοῦ Σωτῆρος, καὶ τῆς ἀϊδίου δόξης μορφωτικόν, διὸ αὐτῷ βοήσωμεν, ὁ ἐνδοξαζόμενος ἐν τοῖς Ἁγίοις σου Κύριε, ταὶς τῆς πανευφήμου σου Ἀθληφόρου πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν.