Σταυρὸς ἀνυψούμενος, τοῦ ἐν αὐτῷ ὑψωθέντος, τὸ πάθος τὸ ἄχραντον, ἀνυμνεῖν προτρέπεται κτίσιν ἅπασαν, ἐν αὐτῷ κτεῖνας γάρ, τὸν ἡμᾶς κτείναντα, νεκρωθέντας ἀνεζώωσε, καὶ κατεκάλλυνε, καὶ εἰς οὐρανοὺς πολιτεύεσθαι, ἠξίωσεν ὡς εὔσπλαγχνος, δι' ὑπερβολὴν ἀγαθότητος, ὅθεν γεγηθότες, ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ, καὶ τὴν αὐτοῦ μεγαλύνωμεν, ἄκραν συγκατάβασιν.
Μωσὴς προετύπου σε, χείρας ἐκτεῖνας εἰς ὕψος, καὶ κατατροπούμενος, Ἀμαλὴκ τὸν τύραννον, Σταυρὲ τίμιε, τῶν πιστῶν καύχημα, Ἀθλητῶν στήριγμα, Ἀποστόλων ἐγκαλλώπισμα, Δικαίων πρόμαχε, πάντων τῶν Ὁσίων διάσωσμα, διὸ σὲ ἀνυψούμενον, βλέπουσα ἡ κτίσις εὐφραίνεται, καὶ πανηγυρίζει, δοξάζουσα Χριστὸν τὸν διὰ σοῦ, τὰ διεστώτα συνάψαντα, ἄκρα ἀγαθότητι. Σταυρὲ πανσεβάσμιε, ὃν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι, σήμερον ὑψούμενος, θείω νεύματι, ἀνυψοῖς ἅπαντας, τοὺς κλοπὴ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, κατολισθήσαντας, ὅθεν σὲ καρδία καὶ χείλεσι, πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα, Ὑψοῦτε βοῶντες, Χριστὸν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσατε, θεῖον ὑποποδιον.
Δεῦτε ἅπαντα τὰ ἔθνη, τὸ εὐλογημένον ξύλον προσκυνήσωμεν, δι' οὗ γέγονεν ἡ αἰώνιος δικαιοσύνη, τὸν γὰρ Προπάτορα Ἀδάμ, ὁ ἀπατήσας ἐν ξύλῳ, τῶ Σταυρῶ δελεάζεται, καὶ πίστει κατενεχθεὶς πτῶμα ἐξαίσιον, ὁ τυραννίδι κρατήσας τοῦ βασιλείου πλάσματος, Αἵματι Θεοῦ, ὁ ἰὸς τοῦ ὄφεως ἀποπλύνεται, καὶ κατάρα λέλυται, καταδίκης δικαίας, ἀδίκω δίκη τοῦ δικαίου κατακριθέντος, ξύλω γὰρ ἔδει τὸ ξύλον ἰάσασθαι, καὶ πάθει τοῦ ἀπαθοῦς, τὰ ἐν ξύλῳ λύσαι πάθη τοῦ κατακρίτου, Ἀλλὰ δόξα Χριστὲ Βασιλεῦ, τὴ περὶ ἡμᾶς σου φρικτὴ oικονομία δι' ἦς ἔσωσας πάντας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.