Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 16 Αυγούστου 2009

ΠΟΙΟΙΣ ΟΙ ΓΗΓΕΝΕΙΣ ΟΜΜΙΜΑΣΙΝ ΕΠΟΨΟΜΕΘΑ ΣΟΥ ΤΗΝ ΕΙΚΟΝΑ....

Ποίοις οἱ γηγενεῖς ὄμμμιμασιν ἐποψόμεθά σου τὴν εἰκόνα; ἣν τὰ τῶν Ἀγγέλων στρατεύματα, βλέπειν ἀδεῶς, οὐ δεδύνηνται, θεϊκῶ φωτὶ ἀστραπτομένην, ἀπαίρει γάρ ἀπὸ γὴς ἀπίστων σήμερον, καὶ πόλιν πρὸς Βασιλίδα καὶ λαὸν εὐσεβῆ, ἐπιδημεῖ θεία νεύσει, ἢς πὲρ τὴ εἰσόδω, ἐπευφραίνονται Βασιλεῖς, προσπίπτοντες ταύτη, μετὰ φόβου Χριστὲ καὶ πίστεως.

Ποίαις οἱ χοϊκοὶ ψαύσομεν, τῆς Εἰκόνος σου Λόγε παλάμαις; οἱ ῥερυπωμένοι τοὶς πταίσμασι, τοῦ ἀναμαρτήτου Θεοῦ ἡμῶν; οἱ ἐν μολυσμοῖς, τοῦ ἀπροσίτου; Καλύπτει τὰ Χερουβὶμ τὰς ὄψεις τρέμοντα, οὗ φέρει τὰ Σεραφὶμ ὁρᾶν τὴν δόξαν σου, φόβω δουλεύει σοὶ κτίσις, Μὴ οὖν κατακρίνης ἀναξίως σου τὴν μορφήν, Χριστὲ τὴν φρικτήν, ἀσπαζομένους ἡμᾶς ἐκ πίστεως.

Πάλιν Δεσποτικῆς πάρεστι, πανηγύρεως θεία ἡμέρα, ὁ γὰρ ἐν ὑψίστοις καθήμενος, νὺν ἡμᾶς σαφῶς ἐπεσκέψατο, διὰ τῆς σεπτῆς αὐτοῦ Εἰκόνος, ὁ ἄνω τοὶς Χερουβίμ ὢν ἀθεώρητος, ὁρᾶται διὰ γραφῆς οἷς πὲρ ὡμοίωται, Πατρὸς ἀχράντω δακτύλω, μορφωθεὶς ἀρρήτως, καθ' ὁμοίωσιν τὴν αὐτοῦ, ἣν πίστει καὶ πόθω, προσκυνοῦντες ἅγιαζόμεθα.