Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Σάββατο 15 Αυγούστου 2009

Η ΔΗΜΙΟΥΡΓΙΚΗ, ΚΑΙ ΣΥΝΕΚΤΙΚΗ ΤΩΝ ΑΠΑΝΤΩΝ ΘΕΟΥ ΣΟΦΙΑ ΚΑΙ ΔΥΝΑΜΙΣ....

Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινὴ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ, μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος».

Γυναίκά σε θνητήν, ἀλλ' ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυίαις ἥπτοντο χερσί, δόξη ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι.

Ὑπέφθασε χερσί, ταὶς ὑβριστικαὶς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ φυλάξαντος, τὸ σέβας τὴ ἐμψύχω κιβωτῶ, δόξη τῆς θεότητος, ἐν ἢ ὁ Λόγος σάρξ ἐχρημάτισε.