Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Σάββατο 15 Αυγούστου 2009

ΟΤΕ Η ΜΕΤΑΣΤΑΣΙΣ ΤΟΥ ΑΧΡΑΝΤΟΥ ΣΟΥ ΣΚΗΝΟΥΣ ΗΥΤΡΕΠΙΖΕΤΟ...

Ὅτε ἡ Μετάστασις τοῦ ἀχράντου σου σκήνους ηὐτρεπίζετο, τότε οἱ Ἀπόστολοι, περικυκλοῦντες τὴν κλίνην τρόμω ἑώρων σε, καὶ οἱ μὲν ἀτενίζοντες τῶ σκήνει, θάμβει συνείχοντο, ὁ δὲ Πέτρος σὺν δάκρυσιν ἐβόα σοί, Ὧ Παρθένε, ὁρῶ σὲ τρανῶς ἡπλωμένην ὑπτίαν, τὴν ζωὴν τῶν ἁπάντων, καὶ καταπλήττομαι, ἐν ἢ ἐσκήνωσε τῆς μελλούσης ζωῆς ἡ ἀπόλαυσις, Ἀλλ' ὧ ἄχραντε, ἱκέτευε ἐκτενῶς τὸν Υἱόν σου καὶ Θεόν, τοῦ σώζεσθαι τὴν πόλιν σου ἄτρωτον.