Εὗρες ἀμοιβήν, καμάτων τὴν ἄνω σοί, ἑτοιμασθεῖσαν τρυφήν, ἔνθα αὐλιζόμενος, ὡραϊσμένος μαρτυρι καὶς καλλοναίς, κατατρυφᾷς τοῦ Κτίστου σου τῆς ὡραιότητος, ἱκετεύων, δοῦναι τοὶς τιμώσί σε, ἱλασμὸν καὶ κακῶν ἀπολύτρωσιν.
Στήλη ἀρετῶν, καὶ πίστεως ἔρεισμα, καὶ στῦλος ἄσειστος, πύργος τε ἀκλόνητος, ἐδείχθης Μάρτυς τῆς Ἐκκλησίας Χριστοῦ, καὶ ποταμὸς ἰάσεων, ἀναβλυστάνων κρουνούς, ἰατρεῖον, ἄμισθον τοὶς πόθω σου, ἐκτελοῦσι τὴν μνήμην Διόμηδες.
Ἔδυς ἀπὸ γής, εἰδώλων τὴν ἄθεον ἐξαφανίσας ἀχλύν, καὶ πρὸς τὴν ἀνέσπερον, αὐγὴν μετῆλθες τῆς ἀρχιφώτου ζωῆς, ἢς τὰς ἐμφάσεις ἔνδοξε, πρώην ἐκέκτησο, ταίς ἐκεῖθεν, λάμψεσι λαμπόμενος, καὶ χαρὰς ἀϊδίου πληρουμενος.