Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Σάββατο 15 Αυγούστου 2009

ΑΓΓΕΛΟΙ ΤΗΝ ΚΟΙΜΗΣΙΝ ΤΗΣ ΠΑΡΘΕΝΟΥ, ΟΡΩΝΤΕΣ ΕΞΕΠΛΗΤΤΟΝΤΟ, ΠΩΣ Η ΠΑΡΘΕΝΟΣ ΑΠΑΙΡΕΙ...

Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ἅπας γηγενής, σκιρτάτω τῶ πνεύματι, λαμπαδοχούμενος, πανηγυριζέτω δέ, ἀϋλων Νόων φύσις γεραίρουσα, τὴν Ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Δεῦτε ἐν Σιών, τῶ θείω καὶ πίονι, ὄρει τοῦ ζῶντος Θεοῦ, ἀγαλλιασώμεθα, τὴν Θεοτόκον ἑνοπτριζόμενοι, πρὸς γὰρ τὴν λίαν κρείττονα, καὶ θειοτέραν σκηνήν, ὡς Μητέρα, ταύτην εἰς τὰ Ἅγια, τῶν Ἁγίων Χριστὸς μετατίθησι.
Δεῦτε οἱ πιστοί, τῶ τάφω προσέλθωμεν, τῆς Θεομήτορος, καὶ περιπτυξώμεθα, καρδίας χείλη ὄμματα μέτωπα, εἰλικρινῶς προσάπτοντες, καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς ἀενάου βλυστάνοντα.
Δέχου παρ' ἡμῶν, ὠδὴν τὴν ἐξόδιον, Μῆτερ τοῦ ζῶντος Θεοῦ, καὶ τὴ φωτοφόρω σου, καὶ θεία ἐπισκίασον χάριτι, τῶ Βασιλεῖ τὰ τρόπαια, τῶ φιλοχρίστω λαῶ, τήν εἰρήνην, ἄφεσιν τοὶς μέλπουσι, καὶ ψυχῶν σωτηρίαν βραβεύουσα.