Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Σάββατο 15 Αυγούστου 2009

ΙΤΑΜΩ ΘΥΜΩ.... ΕΝ ΕΥΗΧΩ ΣΑΛΠΙΓΓΙ, ΥΨΗΛΗΣ ΔΙΑΝΟΙΑΣ....

Ἰταμῶ θυμῶ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πὺρ ἑδρόσιζε, τῶ θυμῶ δὲ ἐγέλα, θεοπνεύστω λογική, τὴ τῶν ὁσίων τριφθόγγω λύρα ἀντιφθεγγόμενος, μουσικοὶς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτεύκτους πλάκας Μωϋσῆς, γεγραμμένας τῶ θείω Πνεύματι, ἐν θυμῷ συνέτριψεν, ἀλλ' ὁ τούτου Δεσπότης, τὴν τεκοῦσαν ἀσινή, τοὶς οὐρανίοις φυλάξας δόμοις, νὺν εἰσωκίσατο, Σὺν αὐτὴ σκιρτῶντες βοῶμεν Χριστῷ, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐν κυμβάλοις χείλεσιν ἁγνοίς, μουσική τε καρδίας φόρμιγγι, ἐν εὐήχῳ σάλπιγγι, ὑψηλῆς διανοίας, τῆς Παρθένου καὶ ἁγνῆς, ἐν τῇ εὐσήμω κλητὴ ἡμέρα τῆς Μεταστάσεως, πρακτικαὶς κροτοῦντες βοῶμεν χερσίν, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ θεόφρων ἤθροισται λαός, τῆς γὰρ δόξης Θεοῦ τὸ σκήνωμα, ἐν Σιὼν μεθίσταται πρὸς οὐράνιον δόμον, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων, φωνὴ ἀφράστου ἀγαλλιάσεως, καὶ ἐν εὐφροσύνῃ βοώντων Χριστῷ, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.