Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 17 Αυγούστου 2009

ΣΩΤΗΡΑ, ΚΑΙ ΘΕΟΝ ΚΑΙ ΚΥΡΙΟΝ, ΤΟΝ ΕΚΛΑΜΨΑΝΤΑ ΕΚ ΠΑΡΘΕΝΟΥ...

Σωτήρα, καὶ Θεὸν καὶ Κύριον, τὸν ἐκλάμψαντα ἐκ Παρθένου, ὁμολογῶν ἔνδοξε, σταδίου μέσον τῶν τυράννων ὀφρύν, καρτερία ἐταπείνωσας, καὶ τὴν πολυθεϊαν ἐξηφάνισας.

Οὐδόλως, ὑπενδὺς ξεόμενος, καὶ τυπτόμενος γενναιόφρον, Ἀγγέλους κατέπληξας, ὁρώντάς σου τὴν καρτερίαν, δι' ἦς δυσμενεῖς ἀσάρκους ὤλεσας, καὶ νικηφόρος μάρτυς ἐχρημάτισας.

Ὑπάρχων, θείας δρόσου ἔμπλεως, ὑπεισῆλθες γενναιοφρόνως, τὴν τοῦ πυρὸς κάμινον, ὁρώμενος ἐν ταύτῃ Μύρων, σοφὲ σὺν Ἀγγέλοις ἀγαλλόμενος, καὶ μηδαμῶς παμμάκαρ φλογιζόμενος.