Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 16 Αυγούστου 2009

ΣΩΜΑΤΙΚΩΣ ΜΟΡΦΩΘΗΝΑΙ ΤΟ ΚΑΘ' ΗΜΑΣ

Σωματικῶς μορφωθῆναι τὸ καθ' ἡμᾶς, ὁ τὸ πρὶν ἀσώματος, εὐδοκία πατρική, μὴ ἀπανηνάμενος μορφῆς, ἐχαρίσατο ἡμῖν θεῖον ἐκτύπωμα.

Ἡ ἀπαράλλακτος φύσις ὁ τοῦ Πατρός, ὄρος ἀκριβέστατος, τὴν βροτείαν ὑπελθῶν, σάρκα Ἰδιώματα ἐν γῆ, καταλέλοιπεν ἡμῖν εἰς οὐρανοὺς ἀνελθῶν.

Σαλευομένην ἀπάτη τοῦ δυσμενοῦς, τὴν κληρονομίαν σου, ἐδικαίωσας Χριστέ, τοὶς σεπτοίς σου πάθεσιν αὐτήν, ἑδραιώσας, καὶ μορφῆς τῶ ἐκτυπώματι.