Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Σάββατο 15 Αυγούστου 2009

ΤΟΥΣ ΣΟΥΣ ΥΜΝΟΛΟΓΟΥΣ ΘΕΟΤΟΚΕ, Η ΖΩΣΑ ΚΑΙ ΑΦΘΟΝΟΣ ΠΗΓΗ....

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζώσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θεία δόξη σου, στεφάνων δόξης ἀξίωσον.
Θνητῆς ἐξ ὀσφύος προαχθεῖσα, τὴ φύσει κατάλληλον Ἁγνή, τὴν ἐξοδον διήνυσας, Τεκοῦσα δὲ τὴν ὄντως ζωήν, πρὸς τὴν ζωὴν μεθέστηκας, τὴν θείαν καὶ ἐνυπόστατον.
Δῆμος θεολόγων ἐκ περάτων, ἐξ ὕψους Ἀγγέλων δὲ πληθύς, πρὸς τὴν Σιὼν ἠπείγοντο, παντοδυνάμω νεύματι, ἀξιοχρέως Δέσποινα, τὴ σὴ ταφὴ λειτουργήσοντες.