Ποίοις οἱ εὐτελεῖς χείλεσι, μακαρίσωμεν τὴν Θεοτόκον; τὴν τιμιωτέραν τῆς κτίσεως, καὶ ἁγιωτέραν ὑπάρχουσαν, Χερουβὶμ καὶ πάντων τῶν Ἀγγέλων, τὸν θρόνον, τοῦ Βασιλέως τὸν ἀσάλευτον, τὸν οἶκον, ἐν ὧ κατώκησεν ὁ Ὕψιστος, τὴν σωτηρίαν τοῦ κόσμου, τοῦ Θεοῦ ἁγίασμα, τὴν παρέχουσαν τοὶς πιστοίς, ἐν τῇ θεία μνήμη αὐτῆς, πλουσίως τὸ μέγα ἔλεος. (Δίς)
Τῖνα τὰ φοβερὰ ἄσματα, ἃ προσήξάν σοὶ τότε Παρθένε; κύκλῳ τῆς σῆς κλίνης ἱστάμενοι, πάντες οἱ τοῦ Λόγου Ἀπόστολοι, καὶ θαμβητικῶς ἀναβοῶντες, Ἀπαίρει, τοῦ Βασιλέως τὸ παλάτιον, ὑψοῦται, ἡ κιβωτὸς τοῦ ἁγιάσματος, πύλαι ἐπάρθητε ὅπως, τοῦ Θεοῦ ἡ πύλη, ἐν πολλὴ εἰσέλθῃ χαρά, τῶ κόσμω ἀπαύστως, αἰτουμένη τὸ μέγα ἔλεος.
Ποία πνευματικὰ ἄσματα, νὺν προσάξωμέν σοὶ Παναγία; τὴ γὰρ ἀθανάτω Κοιμήσει σου, ἅπαντα τὸν κόσμον ἡγίασας, καὶ πρὸς ὑπερκόσμια μετέβης, τὸ κάλλος, κατανοεῖν τοῦ Παντοκράτορος, καὶ τουτω, οἴά πὲρ Μήτηρ συναγάλλεσθαι, Ἀγγελικῶν σε ταγμάτων, δορυφορησάντων ἁγνή, καὶ ψυχῶν Δικαίων, μεθ' ὧν αἴτησαι ἡμῖν, εἰρήνην καὶ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Ἦχος β'
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτὴ πληροῦται τὰ σύμπαντα χαράς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.