ΤΗ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου.
Τὴ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων Φλώρου καὶ Λαύρου.
Στίχοι
· Δίψει τελευτῆς τῆς ὑπὲρ Θεοῦ Λόγου,
· Χωροῦσι Φλῶρος καὶ Λαῦρος πρὸς τὸ φρέαρ
· Φλώρω ἄμ' ὄγδοάτη δεκάτη φρέαρ εἰσέδυ Λαῦρος.
Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία τῶν πενήτων πληθύς, ἡ τὰ εἴδωλα συντρίψασα, πυρὶ ἐτελειώθη
Στίχοι
· Πένητες ἄνδρες πλοῦτον εὗρον ἀθρόον,
· Τὸ σύντροφον δός, εἰς τὸ πὺρ λελοιπότες.
Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων μαρτύρων Ἔρμου, Σεραπίωνος καὶ Πολυαίνου.
Στίχοι
· Ἕρμω βιαίως ἐν πέτραις συρομένω,
· Ὑπῆρξε πέτρα προσφυγὴ λαγῶ πόλος.
· Τὸν ἐκ πέτρας πάνδεινον ἑλκυσμὸν φέρει,
· Καὶ Σεραπίων, ὁ πλέον στερρὸς πέτρας.
· Ὁ Πολύαινος αἷμα χεῖ συρεὶς πέτραις,
· Ὑπὲρ Χριστοῦ, χέαντος ἐκ πέτρας ὕδωρ.
Τὴ αὐτὴ ἡμέρα, μνήμη τῆς ἁγίας μάρτυρος Ἰουλιανὴς πλησίον τοῦ Στροβίλου, καὶ τοῦ Ἁγίου μάρτυρος Λέοντος, ὃς ἤθλησε παρὰ τὴν θάλασσαν, πλησίον Μύρων τῆς Λυκίας.
Τὴ αὐτὴ ἡμέρα, οἱ ἐν τῇ ἐρήμω τέσσαρες ἀσκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
· Ἀδελφότης τέθνηκεν ἀνδρῶν τεσσάρων,
· Τὰ κῶλα θέντες εἰς ἐρημίαν μίαν.
Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἰωάννου καὶ Γεωργίου.
Στίχοι
· Ὁ Γεώργιος «Ὡς κελεύεις Χριστέ μου»,
· Ἔφασκε θνήσκων «ἔρχομαι κληθεὶς ἄνω».
· Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας, Στέρησιν οὗ φέροντα τὴν Ἰωάννου.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.