ΤΗ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τῆς ἐξ Ἐδέσσης ἀνακομιδῆς τῆς ἀχειροποιήτου Εἰκόνος τοῦ Κυρίου ἤμών Ἰησοῦ Χριστοῦ, ἤτοι τοῦ Ἁγίου Μανδηλίου, καὶ τοῦ Ἁγίου Μάρτυρος Διομήδους.
Τὴ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Διομήδους.
Στίχοι
· Ἠθλησε καὶ ζῶν, καὶ θανῶν Διομήδης,
· Προαιρέσει ζῶν, καὶ νεκρὸς τομὴ κάρας.
· Ἕκτη καὶ δεκάτη νέκυς ἐτμήθη Διομήδους.
Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Χαιρήμων ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Λήξει βίου σου χαῖρε, Χαιρήμων μάκαρ.
· Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.
Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων τριακοντατριῶν μαρτύρων τῶν ἐκ Παλαιστίνης, ξίφει τελειωθέντων.
Στίχοι
· Στερρὸς στρατός τε καὶ συνασπισμὸς μέγας,
· Ξίφει πεσῶν, στράτευμα δαιμόνων πρέπει.
Τὴ αὐτὴ ἡμέρα, ἀνάμνησις τῆς εἰσόδου τῆς ἀχειροτεύκτου Μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν πόλεως, εἰς ταύτην τήν θεοφύλακτον καὶ Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης.
Στίχοι
· Ἐν σινδόνι ζῶν ἐξεμάξω σὴν θέαν,
· Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Εἰς τὸ Κεράμιον
· Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
· Φέρει κέραμος παντοτεύκτα χριστέ μου.
Ἠκουσταὶ μοὶ τὰ περὶ σοῦ καὶ τῶν σῶν ἰαμάτων, τῶν ἄνευ φαρμάκων ὑπὸ σοῦ γινομένων, ὡς γὰρ λόγος, τυφλοὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς περιπατεῖν κατασκευάζεις, λεπροὺς καθαρίζεις, καὶ ἀκάθαρτα πνεύματα καὶ δαίμονας ἐλαύνεις, καί τους ἐν μακρονοσίᾳ βασανιζομένους θεραπεύεις, καὶ νεκροὺς ἐγείρεις, καὶ ταῦτα πάντα ἀκούσας περὶ σοῦ, κατὰ νοῦν ἐθέμην τὸ ἕτερον τῶν δύο, ἢ ὅτι Θεοῦ Υἱὸς εἶ, ποιῶν ταῦτα, ἢ Θεός, Διὰ τοῦτο τοίνυν γράψας ἐδεήθην σου σκυλῆναι καὶ ἐλθεῖν πρός με, ἵνα καὶ τὸ πάθος, ὁ ἔχω θεραπεύσης, καὶ μέτ' ἐμοῦ ἐνταῦθα συνέση, καὶ γὰρ ἤκουσα, ὅτι καὶ οἱ Ἰουδαῖοι καταγογγύζουσί σου, καὶ βούλονται κακώσαί σε, Πόλις δὲ σμικροτάτη μοὶ ἐστὶ καὶ σεμνή, ἥτις ἀρκέσει ἀμφοτέροις ἡμῖν τοῦ κατοικεῖν ἐν εἰρήνῃ.
Μακάριος εἶ, Αὔγαρε, πιστεύσας ἐν ἐμοὶ καὶ μὴ ἑωρακῶς με, γέγραπται γὰρ περὶ ἐμοῦ, τοὺς ἑωρακότας μὴ πιστεύειν ἐν ἐμοί, ἵνα οἱ μῄ ἑωρακότες με, αὐτοὶ πιστεύσωσι καὶ ζήσωνται, Περὶ δὲ οὗ ἐγραψὰς μοὶ ἐλθεῖν πρὸς σέ, δέον ἐστὶ πάντα δι' ἃ ἀπεστάλην, πληρώσαί με, καὶ μετὰ τὸ πληρῶσαι, ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά με Πατέρα, καὶ ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοὶ ἕνα τῶν Μαθητῶν μου, ὀνόματι θαδδαῖον, ὅστις καὶ τὸ πάθος σου θεραπευσει, καὶ ζωὴν αἰώνιον, σοί τε καὶ τοίς σὺν σοί, καὶ εἰρήνην παρέξει, καὶ ποιήσει τὴ πόλει σου τὸ ἱκανόν, πρὸς τὸ μηδένα τῶν ἐχθρῶν κατισχύσαι αὐτῆς.
Τὴ αὐτὴ ἡμέρα, ἀνάμνησιν ποιούμεθα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ μεγίστης καὶ ἀνυπερβλήτου φιλανθρωπίας, ἣν ἐδείξατο τότε ἀποστρέψας μέτ' αἰσχύνης τοὺς ἀθέους Ἀγαρηνούς, μεσιτεία τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας.
Τὴ αὐτὴ ἡ μέρα, ἡ ἐν τῷ ναῶ τῆς Ζωοδόχου Πηγῆς ἐξάντλησις τοῦ ἁγιάσματος, καὶ αὖθις ἀνάδοσις.
Στίχοι
· Πηγὴ κενοῦται θαυματουργῶν ὑδάτων,
· Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.
Τὴ αὐτὴ ἡμέρα, μνήμη γίνεται τῆς καὶ μετὰ οἰκτιρμῶν ἐπενεχθείσης ἡμῖν ἐν τοῖς καιροὶς ἐκείνοις φοβερὰς ἀπειλῆς τοῦ σεισμοῦ, οὗ παρ' ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Θεός.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.