Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 16 Αυγούστου 2009

ΔΕΥΤΕ ΤΗΝ ΠΑΓΚΟΣΜΙΟΝ ΚΟΙΜΗΣΙΝ, ΤΗΣ ΠΑΝΑΜΩΜΟΥ ΘΕΟΤΟΚΟΥ....

Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν, σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκαλοῦσι τοῦ βοᾶν ἀσιγήτω φωνή, Χαῖρε, ἡ μεταστάσα ἀπὸ γής, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα, Χαίροις ἡ τῶν Μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα, Χαίροις ἡ ἐλπὶς καὶ προστασία ἡμῶν, Σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μακαρίζομεν.