Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 1 Απριλίου 2009

....ΞΥΛΩ ΠΑΛΑΙ ΘΑΝΑΤΟΝ ΕΥΡΟΜΕΝ, ΝΥΝ ΔΕ ΠΑΛΙΝ ΤΗΝ ΖΩΗΝ....

Βρώμα τὴν ἀγάπην ποιούμενοι, ἐγκρατεία τῶν παθῶν, κατακρατήσωμεν πιστοί, καὶ Θεῷ τῶ δι' ἡμᾶς, ἀνυψωθέντι ἐν Σταυρῷ, καὶ λόγχη, κεντηθέντι τὴν πλευράν, βιῶσαι, εὐαρέστως ἐπειχθείημεν, ἵνα τρυφῆς ἀπολαύσωμεν, αἰωνιζούσης καὶ κρείττονος, δοξάζοντες, τὸν Σωτήρα τῶν ψυχῶν ἡμῶν.
Ξύλω πάλαι θάνατον εὔρομεν, νὺν δὲ πάλιν τὴν ζωήν, διὰ τοῦ ξύλου τοῦ Σταυροῦ, τῶν παθῶν οὖν τὰς Ὁρμᾷς, ἀπονεκρώσωμεν πιστοί, καὶ φθᾶσαι, τὴν σωτήριον Ἀνάστασιν, τῶν πάντων Εὐεργέτην δυσωπήσωμεν, πράξεσι θείαις λαμπόμενοι, καὶ ἀρεταὶς καλλυνόμενοι, δοξάζοντες, τὸν Σωτήρα τῶν ψυχῶν ἡμῶν.
Τὸν ζωηφόρον Σταυρόν, αἰνούμέν σου Κύριε, καὶ τὰ καθ' ἡμᾶς ἱερά, τῆς σαρκός σου παθήματα, τὴν λόγχην τε τὴν σφαγήν, τοὺς γέλωτας τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα καὶ τὰ κολαφίσματα, σὺν τὴ πορφύρα, καὶ τὸ στέφος τὸ ἀκανθόπλεκτον, ἐν οἷς ἐκ τῆς κατάρας πάντας, ἐκλυτρωσάμενος ἔσωσας ἡμᾶς. Διὸ δυσωπούμέν σε. Τῶν Νηστειῶν τὸν χρόνον, εἰρηνικῶς τελέσαι παράσχου ἡμῖν.