Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 30 Μαρτίου 2009

ΤΟ ΓΑΛΗΝΟΝ ΤΗΣ ΝΗΣΤΕΙΑΣ....

Τὸν γαληνὸν τῆς Νηστείας, ἐν τῇ τοῦ Πνεύματος αὔρα ὑπερπεράσαντες πλοῦν, πρὸς τὸν λιμένα, τῶν Παθημάτων Χριστοῦ, καταντῆσαι ἐπευξώμεθα.
Τὴν Χαναναίαν ζηλώσας, Ἐλέησόν με βοῶ σοί, Υἱὲ Δαυϊδ ὁ Θεός, καὶ ἴασαί μου, τὴν ἀσθενοῦσαν ψυχήν, ὡς ἐκείνης τὸ θυγάτριον.
Τὴν τῆς θεότητος φύσιν, ἐνιζομένην Μονάδα, καὶ χαρακτήρσι τρισί, τρισσευομένην, Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα ἀνυμνήσωμεν.