Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὰς ἀναιμάκτους εἰλικρινῶς τὴ Τριάδι, ἀναφέρων θυσίας Παμμάκαρ, γέγονας Κυρίω σφάγιον Μαρτυρίου.
Τὴν Ἱεράν σου βάψας στολὴν τῶ οἰκείω, θεοφόρε αἵματι προθύμως, στέφανον ἐδέξω διπλοῦν Ἱερομάρτυς.
Ὡς Μαθητὴς οἴά πὲρ Χριστοῦ ἐκμιμήσει, συμπαθείας θνήσκων ὑπερηύχου, σοῦ τοὺς ἀνδροφόνους τεύξασθαι σωτηρίας.