Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 29 Μαρτίου 2009

.... ΣΥΜΦΩΝΩΣ ΗΛΙΑΝ, ΣΗΒΕΗΘΗΝ ΚΑΙ ΑΒΙΒΟΝ, ΛΑΖΑΡΟΝ ΜΑΡΗΝ ΜΑΡΟΥΘΑΝ....

Ὄρος σὲ τὴ χάριτι, τὴ θεία κατάσκιον, προβλεπτικοὶς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοίς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Συμφώνως Ἠλίαν, Σηβεήθην καὶ Ἄβιβον, Λάζαρον Μάρην Μαρουθάν, Ναρσὴν καὶ Σάββαν Ζανιθάν, καὶ τὸν Βαραχήσιον καὶ Ἰωνάν, θεοπρεπῶς ἀνυμνήσωμεν, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἐναθλήσαντας.
Ὁσίως παμμάκαρ, Ἰωνὰ σὲ γεραίρομεν, μετὰ γὰρ πλείστους αἰκισμούς, εἰς παγετὸν ἀπορριφείς, γενναίως ὑπέμεινας, τὴ τοῦ Θεοῦ καταθαλπόμενος χάριτι, καὶ τόν χειμῶνα τῆς πλάνης τροπούμενος.
Ἰσχὺϊ παμμάκαρ, θεϊκὴ Βαραχήσιε, τὰς πυρακτώσεις ἐνεγκῶν, τὰς ἐκ μολύβδου ἀνδρικῶς, τὸ ὄμμα ἀνέτεινες, πρὸς τὸν Χριστόν, ἀναψυχὴν εἰσδεχόμενος, σωτηριώδη, διὸ σὲ γεραίρομεν.
Σοφίας οἱ Μάρτυρες, πλησθέντες τοῦ Πνεύματος, πάντας σοφους καὶ δυνατούς, πυρσολατρῶν τῶν δυσμενῶν, σαφῶς ἐτροπώσαντο, τὸ τοῦ Θεοῦ ἀνακηρύττοντες ὄνομα, οὓς ἓν αἰνέσει πιστοὶ μακαρίσωμεν.
Ὡραῖοι τοὶς στίγμασι, τοὶς θείοις ἐδείχθητε, Μάρτυρες ἔνδοξοι Χριστοῦ, ὅθεν τὰ στίγματα βροτῶν, καὶ πάθη ἀνίατα, ἀνελλιπῶς ἰᾶσθε καὶ θεραπεύετε, τὰς ἀσθενείας καὶ νόσους ἐν χάριτι.