Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 30 Μαρτίου 2009

ΛΙΘΟΝ ΟΝ ΑΠΕΔΟΚΙΜΑΣΑ....ΤΥΧΕΙΝ ΑΞΙΩΘΕΙΗΜΕΝ....

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, αὐτὸς ἐστιν ἡ πέτρα, ἐν ἢ ἐστερέωσε τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο».
Εὗρες ὡς τερπνὸν θυμίαμα, τὴν ἀοργησίαν, πᾶσαν ἐκδιώξας θυμοῦ τὴν δυσωδίαν, ἐκ βάθους τῆς ψυχῆς σου, διὸ νὺν θεσπέσιε, ὑπὲρ ἡμῶν τῶ Λυτρωτή, ἁμαρτιῶν τήν λύσιν αἴτησαι.
Φλέξας τῶ πυρὶ μακάριε, τῆς Χριστοῦ ἀγάπης, νοῦν μνησικακίας ἔλαμψας ἀκτίσι, πιστῶς φιλαδελφίας, καὶ ῥάστην ὑπέδειξας Ὁδὸν Μακάριε, πρὸς σωτηρίαν πᾶσι, τρανῶν τὸ ἀμνησίκακον.
Ἥρας πρακτικῆς ἀσκήσεως, οὐρανόθεν χάριν, ὅθεν ἀποφράττεις χείλη καταλάλων, σοφαὶς διδασκαλίαις, ἐν αἲς ποδηγούμεθα, πρὸς ἀρετῶν πορείαν, ἢς καὶ τυχεῖν ἀξιωθείημεν.