Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 30 Μαρτίου 2009

ΤΑΣ ΗΜΩΝ ΔΙΑΝΟΙΑΣ, ΘΕΙΩ ΑΡΟΤΡΩ....

Τὰς ἡμῶν διανοίας, θείω ἀρότρω νεώσαντες, τῆς ἐνθέου Νηστείας, ἀρετῶν ἄσταχυν καρποφορήσωμεν, ὅπως μὴ πεινάσωμεν εἰς τὸν αἰῶνα τρυφῶντες, τρυφὴν τὴν ἀδάπανον, ἐπαγαλλόμενοι.
Πολυχρόνια πάθη, ἔνδοθεν φέρω σκοτίζοντα, τὴν ἀθλίαν ψυχήν μου, πρὸς τὴν σὴν ἄχρονε, Λόγε ἀνάρχου Πατρός, δύναμιν ἀήττητον, συντετριμμένη καρδία, προσπίπτω καὶ δέομαι. Οἴκτειρον σώσόν με.
Ἡ καλλίστη νηστεία, τρέφει καρδίας, πιαίνουσα λογισμοὺς θεαρέστους, καὶ παθῶν ἄβυσσον ἀποξηραίνουσα, ὄμβροις κατανύξεως, ἀποκαθαίρει τοὺς πίστει, αἴνεσιν προσάγοντας, τῶ Παντοκράτορι.