Ὠδὴν ἐπινίκιον ἄσωμεν πάντες, Θεῷ τῶ ποιήσαντι θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῶ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.
Καλῶς βδελυξάμενος τὸν κάτω κόσμον, τὸν ἄνω ἀπείληφας, Ἰωάννη πάνσοφε, διὸ διδάσκεις ἡμᾶς, τοῦ κόσμου εἶναι τὴν φυγήν, Θεοῦ οἰκείωσιν.
Λιμοῦ προσπαθεῖα σου λύσας τὴν νόσον, τὸν ἄρχοντα ἔδησας τῶν παθῶν μακάριε, σειραὶς ἀγώνων σου, καὶ ἀπαθείας ἔπαθλα, ἐστέφθης παρὰ Χριστοῦ τοῦ Θεοῦ.
Ἰσάγγελον φρόνημα λαβων θεόφρον, τοῦ κόσμου ἀπέρρηξας, σεαυτὸν πανόλβιε, τοῦ γεηροῦ καὶ φθαρτοῦ, διὸ αὐλίζη προφανῶς, εἰς τὰς ἀϋλους μονάς.
Μακρὸν συγγραψάμενος τοὶς ὑπηκόοις, τὸν λόγον μακάριε, Ἰωάννη πάνσοφε, ταὶς διδαχαίς σου αὐτούς, πρὸς μακαρίαν ἐκ τῆς γῆς, ἀναβιβάζεις ζωήν.