Ὂν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὦς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἷς πάντας τοὺς αἰῶνας.
Ἀπλάστοις σου ἤθεσι μειώσας ἀκραιφνῶς, τὸν τρόπον τὸν ὕπουλον, ὡς δύσχρηστον φυγῶν, πραέων τοὶς τόποις ἐπαυλίζη σαφῶς, ὡς πράως βιώσας, θεόφρον Ἰωάννη.
Μητέρα καὶ φύλακα πασῶν τῶν ἀρετῶν, τὴν θείαν ταπείνωσιν, ὑπέγραψας ἡμῖν, καὶ γὰρ ὡς ὑπάρχων, ἀρχιτέκτων σοφός, τῆς θείας ἀνόδου, τὴν βάσιν κατεπήξω.
Μετέσχες τῆς χάριτος τοῦ Πνεύματος σαφῶς, καὶ πάντας ἐπλήρωσας, τοῦ θείου φωτισμοῦ, διάκρισιν ὄντως ἡμῖν εὐδιάκριτον, τὴ πράξει διδάξας, καὶ παιδεύσας τοίς λόγοις.