Πρόσεχε γῆ καὶ οὐρανέ, καὶ ἐνωτίζου τὰ ῥήματά μου, λαλήσω γὰρ τοὶς ἐν γῆ, Θεοῦ θαυμάσια.
Ἀδιαλείπτοις προσευχαίς, καὶ ἐγκρατεία καὶ θεωρία, πτερώσωμεν τὰς ψυχάς, πρὸς θεῖον ἔρωτα.
Τῆς ἀκρασίας τὸν κρυμόν, διεκφυγόντες θαλφθῶμεν πάντες, τῆς ἐγκρατείας φωτὶ καὶ θείω Πνεύματι.
Ἅλατι θείων ἀρετῶν, τὴν σηπεδόνα τῆς ἁμαρτίας, ἀποβαλοῦσα ψυχή, Θεῷ κολλήθητι.