Τοὺς ἐν καμίνῳ Παίδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πύρ, τότε οἱ Τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες, Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς τῆς ἀνδρείας ξίφει καθελῶν, Πανεύφημε, θράσους νηπιώδους δειλίας, ὤφθης στερρὸς καὶ φοβερός, πνεύμασιν ὄντως ἀκαθάρτοις ἅπασιν, Εὐλογητὸς ὁ Θεός, ὁ θαυμαστώσας σε.
Νόμω Χριστοῦ ἐνθέως πειθαρχῶν, ἐπάτησας δόξαν φερωνύμως τὴν κενήν, μόνω Θεῷ τῶ ἐν κρυπτῷ, φέρων τοὺς κόπους τῆς στερρᾶς ἀσκήσεως, ὃς ἀποδίδωσιν εἰς φανερόν τοὺς μισθούς.
Πρὸς ἀοράτους φάλαγγας παθῶν, ἀράμενος πόλεμον, ἐδείχθης νικητής, ὡς ταπεινὸς τῶ λογισμῶ καὶ τὴ καρδία, τὸν γὰρ ὑπερήφανον καὶ ἀλαζόνα ἐχθρόν, τούτοις κατέτρωσας.