Νὺξ περιέσχε μὲ Σωτήρ, ἁμαρτίας καὶ ἀχλύς, διὸ μοὶ ἀνάτειλον, τῆς μετανοίας Κύριε, τὸν ὄρθρον ὡς εὔσπλαγχνος, πρὸ τοῦ μὲ φθᾶσαι τὸ πέρας τὸ ἄδηλον, τὸ τῆς ζωῆς μου Χριστέ, ἡ ζωὴ καὶ τὸ φῶς.
Τῆς ἐγκρατείας τὴ τρυφή, πιαινόμενος τὸν νοῦν, οὐκ ἔδωκας χείλη σου, τῆς ἡδονῆς τοὶς βρώμασι, διὸ ἀπηγχόνισας λιμῶ τὰ πάθη, καὶ δαίμονας ἤσχυνας, καὶ γάρ ὁ θλίβων λοιμόν, θανατοῖ ἡδονάς.
Ὤφθης ἁγνείας ἐραστής, καὶ λαγνείας μισητῆς, τῶ φωτὶ ἐξέφυγες, πιστῆς ἐξαγορεύσεως, παθῶν τὴν σκοτόμαιναν, καὶ γὰρ ὁ θέλων καθάραι σῶμα καὶ νοῦν, θριαμβεύσει θερμῶς τὰ τοῦ σκότους κρυπτά.
Νῶ καὶ ψυχὴ καὶ τὴ σαρκί, τὴ Τριάδι λειτουργῶν, εἰδώλων προσκύνησιν, σαφῶς ἀπεσκοράκισας, ἐλέω φιλόπτωχε, καὶ ἀναγκαίων τὴ σπάνει, καὶ γέγονας φιλόθεος ἀληθῶς, ἢ φιλάργυρος.
Ἄχθος τῆς ὕλης εὐσεβῶς, ἀπορρίψας ἐπὶ γῆς, ἀνέπτης πρὸς ἄϋλα, πτεροῖς ἀκτημοσύνης σου, διὸ παριστάμενος, ἀϋλως Πάτερ Χριστῷ σὺν Ἀϋλοις πιστῶς, αἴτησαι ἱλασμόν, ταὶς ψυχαὶς ἡμῶν.